0345-0407 - Iohannes Chrysostomus - In resurrectionem domini [3]
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

In resurrectionem domini

[00001]    Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὸ ἅγιον πάσχα

[00002]    Πάντοτε μὲν χαίρειν πάρεστιν ἐν τῇ καθ' ἡμᾶς τοῦ Χριστοῦ ἐκκλησίᾳ, πολλῷ δὲ μᾶλλον ἐν τῇ παρούσῃ τῆς ἡμέρας ἑορτῇ μυριοφώτῳ λαμπαδουχίᾳ, ὅτε καὶ αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἐκ τῶν ταφιαίων νυμφικῶν θαλάμων ἀνατείλας τῇ ἀναστάσει πρὸ πάντων τὸ τῶν γυναικῶν φῦλον ἀκτινοβολήσας φησὶ πρὸς αὐτάς·

[00003]    Χαίρετε.

[00004]    Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε·

[00005]    ὁ φόβος ἐσχίσθη καὶ ἡ χάρις ἐδόθη.

[00006]    Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε·

[00007]    καὶ πρὸ πάντων ἐκεῖσε γυναιξὶ συνήντησεν, ἵνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύσῃ ἡ χάρις.

[00008]    Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε·

[00009]    καὶ αὕτη γυναιξὶ συνήντησε καὶ πρὸς αὐτὰς ὁ κύριος εἶπεν·

[00010]    Ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς μου, ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ με ὄψεσθε.

[00011]    Ὢ τῆς τοῦ κυρίου σοφῆς πραγματείας.

[00012]    Οὐκ ἀπέστειλε πρὸς τοὺς μαθητὰς ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλὰ γυναῖκας ἀπέστειλεν·

[00013]    καὶ οὐχ ἁπλῶς γυναῖκας, ἀλλὰ πιστὰς γυναῖκας, τὰς ἑαυτοῦ στρατιώτιδας.

[00014]    Αὐτὰς ἀπέστειλε πρὸς τοὺς μαθητὰς ὁμοῦ χαροποιῶν καὶ ὀνειδίζων·

[00015]    χαροποιῶν μὲν ἀνέστη ἐκ νεκρῶν, ὀνειδίζων δὲ ὅτι οἱ ἄνδρες τῇ δειλίᾳ κρατηθέντες ἐκρύπτοντο καὶ γυναῖκες τῇ παρρησίᾳ φαιδρυνθεῖσαι τὴν ἀνάστασιν εὐηγγελίζοντο.

[00016]    Πνευματικὴν τοίνυν ἑορτὴν πανηγυρίζομεν σήμερον, τὴν μητέρα πάσης ἑορτῆς, τὴν πανταχόθεν ἀνοίξασαν εἴσοδον τοῦ παραδείσου, τὴν βάσιμον ἀνθρώποις ὁδὸν εἰς οὐρανὸν καταρτίσασαν, τὴν μίαν συμφωνίαν ἀγγέλων καὶ ἀνθρώπων τορνεύσασαν.

[00017]    Μικρὰ πᾶσα γλῶσσα πρὸς ἔπαινον τῆς παρούσης ἑορτῆς·

[00018]    αὕτη γὰρ ἔπαυσε τοῦ δράκοντος τὰ συρίσματα, αὕτη τοῦ Ἀδὰμ τῆς κατάρας τὰς ἀκάνθας ἀνέσπασεν, αὕτη τὴν Εὔαν ἀλύπως τίκτειν ἐδίδαξεν.

[00019]    Πολυεργὴς ἡ παροῦσα ἑορτή·

[00020]    τὴν φλογινὴν ῥομφαίαν μετέστησε καὶ αὔραν τοῦ ἁγίου πνεύματος εἵλκυσεν, τὸ θανατῶδες ξύλον ἀνέσπασε καὶ τὸν ζωοποιὸν σταυρὸν ἐρρίζωσεν, τὰ φύλλα τῆς συκῆς ἐξήρανε καὶ τὰ κρίνα τῶν νεοφωτίστων ηὔξανεν.

[00021]    Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ Χριστὸν δοξολογοῦμεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὔαν ἀλλὰ τὴν θεοτόκον παρθένον μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν σταυρὸν βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ' εἰς οὐρανοὺς ἀνερχόμεθα, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς·

[00022]    Νυκτὶ ὡμοίωσα τὴν ἡμέραν σου, ἀλλὰ ψάλλομεν πνευματικῶς·

[00023]    Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

[00024]    ∆ιὰ τί;

[00025]    Ὅτι ὁ ἥλιος οὐκέτι σκοτίζεται <ἀλλὰ πάντα φωτίζεται>, οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ' ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι τὰ βαΐα τῶν φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν λέγοντες·

[00026]    ∆ίκαιος ὡς φοίνιξ ἀνθήσει.

[00027]    Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ·

[00028]    εὐφρανθῶμεν αἰσθητῶς καὶ νοητῶς.

[00029]    Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη, μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες.

[00030]    Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ·

[00031]    μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλ' ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες·

[00032]    εὐθυμεῖ τις,

[00033]    Επιτρέπετα

[00034]    φησὶν ὁ Ἰάκωβος, ψαλλέτω.

[00035]    Ἀναστάσεως ἡ παροῦσα ἡμέρα, οὐχὶ ὕβρεως·

[00036]    οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀναβαίνει, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται.

[00037]    Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

[00038]    Ταύτην τὴν εὐωχίαν ἐκ πολλῶν χρόνων ὁ προφήτης ∆αβὶδ κατανοήσας καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει·

[00039]    Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

[00040]    ∆ιὰ τί;

[00041]    Ὅτι ὁ ἰουδαϊσμὸς ἀπώσθη καὶ χριστιανισμὸς προσετέθη.

[00042]    Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι οἱ μακρὰν ἐγγὺς ἐγενήθημεν.

[00043]    Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι δεσποτικῷ αἵματι ἠγοράσθητε, ὅτι κατεπατήσατε τὸ κράτος τοῦ θανάτου, ὅτι ἄνθρωποι τῇ φύσει ὄντες θεοὶ τῇ χάριτι κληρούμεθα.

[00044]    Τῇ ἐκκλησίᾳ πρέπει ἑορτάζειν, τῇ κατ' εἰκόνα τοῦ ἐν Ἐδὲμ παραδείσου φυτουργηθείσῃ·

[00045]    ὧδε τὸ ξύλον τῆς ζωῆς ἐν τῷ θυσιαστηρίῳ ἐρρίζωται, ὧδε τεσσάρων εὐαγγελικῶν ποταμῶν χριστόβρυτος μία πηγή, ὧδε τὸ τῆς παρθενίας ἀμάραντον ῥόδον, ὧδε τὸ τῆς εὐποιΐας ἀείζωον ἴον, ὧδε τὸ τῆς συζυγίας τῆς νομικῆς βοτρυοφόρον κλῆμα, ὧδε τὸ τῶν νεοφωτίστων λευκοφανὲς κρίνον κατὰ τὸ φάσκον ῥητόν·

[00046]    Ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον.

[00047]    Ἔρημος ἦν ποτε ἡ ἐξ ἐθνῶν ἐκκλησία πρὸ τῆς δεσποτικῆς ἀναστάσεως, ἀλλ' ἡ τῆς σαρκὸς τοῦ κυρίου ἀνάστασις τὴν ἔρημον πολύτεκνον ἀνέδειξεν, τὴν ἄκαρπον εἰς ἀφυλλορρόητον τῆς εὐκαρπίας δένδρον μετέβαλεν, τὴν ἄβατον βάσιμον εἰργάσατο.

[00048]    Καὶ ταῦτα ὁ προφήτης Ἠσαΐας προθεωρήσας τῷ πνεύματι ἔλεγεν·

[00049]    Εὐφράνθητι στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

[00050]    Λάμπει πανταχοῦ ἡ τῶν νεοφωτίστων περιδρομὴ καὶ πάντες ἑορτάζομεν.

[00051]    Ἡμεῖς εὐφραινόμεθα, ἡμεῖς τὸ κυριακὸν πάσχα σαλπίζομεν πειθόμενοι Παύλῳ βοῶντι·

[00052]    Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.

[00053]    Ἡ σκιὰ παρῆλθεν, ἡ ἀλήθεια ἔλαμψεν·

[00054]    ὁ νόμος ἐπαύθη, ἡ χάρις ὑψώθη·

[00055]    ἡ πληγὴ τῆς περιτομῆς ἐτάφη, ἡ σφραγὶς τοῦ βαπτίσματος ἐζωοποιήθη.

[00056]    Οὐκέτι ἡ ἅλμη τῆς Ἐρυθρᾶς θαλάσσης, ἀλλ' ἡ γλυκύτης τῆς ἱερᾶς κολυμβήθρας διαυγάζει·

[00057]    οὐκέτι ἡ ἀδελφὴ Μωϋσέως τὸ τύμπανον τινάσσει, ἀλλ' ἡ ἐκκλησία τὸ εὐαγγέλιον ὑποδεικνύει·

[00058]    οὐκέτι ἡ νὺξ τῆς ἀγνωσίας, ἀλλὰ τὸ φῶς τῆς θεογνωσίας, καθὼς ὁ θεσπέσιος Παῦλος φησίν·

[00059]    Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.

[00060]    Ποία ἡμέρα;

[00061]    Ἡ χριστοφανὴς ἡμέρα, ἡ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα, ἡ τὸν ἥλιον τῆς δικαιοσύνης ἐκ τῶν ταφῶν ἀνίσχουσα, ἡ τὸ δωδεκάωρον τῶν ἀποστόλων ἀποκυήσασα φέγγος, περὶ ἧς ὁ ∆αβὶδ ἔλεγεν·

[00062]    Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

[00063]    Χαίρω τῇ συνδρομῇ τοῦ πλήθους τοῦ φιλοχρίστου, χαίρω τῇ πάντων περὶ τὰς πνευματικὰς ἑορτὰς ἑστιάσει, χαίρω πάντας ὑμᾶς ὁρῶν πνευματικὰς λύρας τοῦ ∆αβὶδ ἀνακρουομένους καὶ μετὰ πάσης προθυμίας εὐφώνως τὸ ψαλμικὸν ἀναμέλποντας λόγιον.

[00064]    Καὶ καθάπερ ἐπὶ λύρας εὐήχου οἱ ὀξεῖς φθόγγοι τοῖς βαρέσι συναπτόμενοι καὶ πάλιν οἱ μέσοι τοῖς ἄλλοις μίαν εὔρυθμον ἀποτελοῦσι φθογγὴν τῷ πλήκτρῳ κρουόμενοι, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐφ' ὑμῶν ὁρῶ·

[00065]    οἱ γὰρ ἀνδρῶν καὶ γυναικῶν, παίδων καὶ γερόντων ἀναμίγμενοι φθόγγοι μίαν σύμφωνον καὶ εὔηχον φωνὴν ἀποδιδόασι καὶ τὸ τοῦ μακαρίου ∆αβὶδ μεγαλοφώνως βοᾶται, ὅπερ ἐπὶ τοῦ παρόντος καιροῦ τέλος ἐδέξατο.

[00066]    Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης.

[00067]    Ἀψευδῆ καθέστηκε τὰ ῥήματα τοῦ προφήτου, ἀπὸ παντὸς γὰρ ἔθνους καὶ φυλῆς καὶ χώρας τούτους τοὺς λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων ἡ σαγήνη τῆς κολυμβήθρας ἐθήρασεν.

[00068]    Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ·

[00069]    οὐ λίνα ἱστῶσιν, ἀλλὰ πίστει ζωγροῦσιν.

[00070]    Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, τοῦ τὰ ζιζάνια σπείραντος, τοῦ τὴν κατάραν

[00071]    Επιτρέπετα

[00072]    γεννήσαντος, τοῦ τὴν παράβασιν τεκόντος, τοῦ τῶν Ἰουδαίων γεννήτορος καθώς φησιν ὁ προφήτης·

[00073]    Ματαία ἔσται ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν.

[00074]    Ἀληθὴς ὁ λόγος·

[00075]    ἐκεῖνος ξύλον κατάρας τὸν σταυρὸν ἐτεκτόνευσεν, ὁ δὲ Χριστὸς εἰς εὐλογίαν τοῦτο μετέστησεν·

[00076]    ἐκεῖνος ἐλατόμησε τάφον, Χριστὸς δὲ θυσιαστήριον αὐτὸν κατειργάσατο·

[00077]    ἐκεῖνος τῶν μαθητῶν τὸν Ἰούδαν ἀπέσπασεν, Χριστὸς δὲ πάντας τοὺς νεοφωτίστους ἐστήριξεν.

[00078]    Ἡ γὰρ τῶν νεοφωτίστων λαμπρότης γέγονεν σκοτία τῶν Ἰουδαίων καὶ ἡ τούτων εὐωχία ἐκείνων ταλαιπωρία καὶ ἡ τούτων σωτηρία ἐκείνων καὶ τοῦ διαβόλου πνιγμός.

[00079]    Οὗτοι γὰρ ἐν ἐκκλησίᾳ κἀκεῖνοι ἐν ἐρημίᾳ, οὗτοι μετὰ ἀγγέλων ἐκεῖνος μετὰ χοίρων.

[00080]    Ὅθεν ἐκεῖνος ἐξέπεσεν ἀνεσφαιρίσθησαν οὗτοι·

[00081]    οἱ αἰχμάλωτοι ἐν ἐλευθερία καὶ ὁ τύραννος ἐν δουλείᾳ.

[00082]    Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου·

[00083]    τί εἰπάτωσαν;

[00084]    Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.

[00085]    Τί εἰπάτωσαν;

[00086]    Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου.

[00087]    Τί εἰπάτωσαν;

[00088]    Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν.

[00089]    Τί εἰπάτωσαν;

[00090]    Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομεν.

[00091]    Εἰπάτωσαν, μὴ σιωπάτωσαν μηδὲ λήθῃ τὴν εὐεργεσίαν παραπεμψάτωσαν.

[00092]    Τί εἰπάτωσαν;

[00093]    Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, κατὰ τὸν ἀπόστολον.

[00094]    Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.

[00095]    Ἐξεδύσω τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνεδύσω τὸν νέον, ὅς ἐστι Χριστός.

[00096]    Ἀσφαλῶς τήρει σου τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπὸ μολυσμῶν.

[00097]    Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου·

[00098]    τί εἰπάτωσαν;

[00099]    Ἐξεδυσάμην τὸν χιτῶνα μου, πῶς ἐνδύσωμαι αὐτόν;

[00100]    Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι.

[00101]    Ποῖον ἱμάτιον;

[00102]    Τὸ τῆς πίστεως ἔνδυμα.

[00103]    Καὶ χιτῶνα εὐφροσύνης.

[00104]    Ποῖον;

[00105]    Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, δηλαδὴ τὴν τῆς ἀδιαιρέτου τριάδος ὁμολογίαν.

[00106]    Αὐτῷ ἡ δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00107]    Ἀμήν.

[00108]    ὰὰὰ

[00109]    Επιτρέπετα


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In resurrectionem domini [3]
Litterarum Omnium Conspectus: 114 Litterae, quae repetitae sunt in 7,695 occasionibus



α

0945 

558   

Α

0913 

9   

β

0946 

43   

Β

0914 

0   

γ

0947 

119   

Γ

0915 

1   

δ

0948 

104   

Δ

0916 

0   

ε

0949 

402   

Ε

0917 

12   

ζ

0950 

30   

Ζ

0918 

0   

η

0951 

133   

Η

0919 

0   

θ

0952 

131   

Θ

0920 

0   

ι

0953 

271   

Ι

0921 

0   

κ

0954 

236   

Κ

0922 

4   

λ

0955 

237   

Λ

0923 

2   

μ

0956 

215   

Μ

0924 

5   

ν

0957 

603   

Ν

0925 

1   

ξ

0958 

31   

Ξ

0926 

0   

ο

0959 

460   

Ο

0927 

4   

π

0960 

226   

Π

0928 

14   

ρ

0961 

322   

Ρ

0929 

0   

ς

0962 

323   

΢

0930 

0   

σ

0963 

321   

Σ

0931 

1   

τ

0964 

607   

Τ

0932 

11   

υ

0965 

149   

Υ

0933 

0   

φ

0966 

80   

Φ

0934 

0   

χ

0967 

60   

Χ

0935 

15   

ψ

0968 

15   

Ψ

0936 

0   

ω

0969 

132   

Ω

0937 

0   

8164 

0   

 

  

0   

8165 

6   

8172 

   



 ά 

 8049 

 107 

 έ 

 8051 

 92 

 ή 

 8053 

 55 

 ί 

 8055 

 156 

 ό 

 8057 

 54 

 ύ 

 8059 

 68 

 ώ 

 8061 

 26 

 ὰ 

 8048 

 68 

 ὲ 

 8050 

 12 

 ὴ 

 80852 

 58 

 ὶ 

 8054 

 83 

 ὸ 

 8056 

 90 

 ὺ 

 8058 

 15 

 ὼ 

 8060 

 2 

 ᾶ 

 8118 

 13 

   

   

 0 

 ῆ 

 8134 

 49 

 ῖ 

 8150 

 34 

   

   

 0 

 ῦ 

 8166 

 50 

 ῶ 

 8182 

 74 

 ἀ 

 7936 

 99 

 ἐ 

 7952 

 107 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 43 

 ὀ 

 8000 

 7 

 ὐ 

 8016 

 64 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 10 

 ἑ 

 7953 

 11 

 ἡ 

 7969 

 59 

 ἱ 

 7985 

 17 

 ὁ 

 8001 

 26 

 ὑ 

 8017 

 15 

 ὡ 

 8033 

 8 

 ἂ 

 7938 

 0 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 5 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 2 

 ὓ 

 8019 

 2 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 12 

 ἔ 

 7956 

 14 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 5 

 ὔ 

 8020 

 6 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 3 

 ἕ 

 7957 

 0 

 ἥ 

 7973 

 5 

 ἵ 

 7989 

 4 

 ὅ 

 8005 

 11 

 ὕ 

 8021 

 12 

 ὥ 

 8037 

 0 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 1 

 ἶ 

 7990 

 2 

   

   

 0 

 ὖ 

 8022 

 0 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 2 

   

   

 0 

 ὗ 

 8023 

 3 

 ὧ 

 8039 

 8 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 1 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 9 

   

   

 0 

 ῃ 

 8131 

 14 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 8 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 0 

   

   

 0 

 ῇ 

 8135 

 20 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 16 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In resurrectionem domini [3]
Verborum Omnium Conspectus: 751Verba, quae repetita sunt in 3,541,511 occasionibus



ὰὰὰ [00108]
ἄβατον [00047]
Ἀβεσσαλὼμ [00094]
Ἀβραὰμ [00021]
ἀγαλλιάσεως [00039]
Ἀγαλλιάσθω [00046] [00100]
ἀγαλλιασώμεθα [00023] [00027] [00030] [00037] [00062]
ἀγαπῶντες [00031]
ἄγγελον [00012]
ἀγγέλων [00016] [00079]
ἁγίοις [00001]
ἅγιον [00001] [00021]
ἁγίου [00020]
ἁγίους [00094]
ἁγίῳ [00106]
ἀγνωσίας [00058]
ἀγοραῖς [00031]
Ἀδὰμ [00018] [00021] [00021]
ἀδελφὴ [00057]
ἀδιαιρέτου [00105]
ἀεὶ [00106]
ἀείζωον [00045]
ἀετὸς [00094]
αἱ [00084] [00084]
Αἰγύπτου [00094]
αἵματι [00043]
αἰσθητῶς [00028]
αἰχμάλωτοι [00081]
αἰῶνα [00090]
αἰῶνας [00106]
αἰώνων [00106]
ἀκάνθας [00018]
ἄκαρπον [00047]
ἀκούομεν [00021]
ἀκτινοβολήσας [00002]
ἀλαλάξατε [00039]
ἀλήθεια [00053]
Ἀληθὴς [00074]
ἁλιέων [00067] [00068]
ἀλλ [00021] [00021] [00025] [00031] [00031] [00031] [00047] [00056] [00057] [00094]
ἀλλὰ [00012] [00013] [00021] [00021] [00021] [00021] [00022] [00025] [00025] [00031] [00058] [00069]
ἄλλα [00094] [00094]
ἄλλη [00029]
ἄλλοις [00064]
ἅλμη [00056]
ἁλὸς [00094]
ἀλύπως [00018]
ἀμάραντον [00045]
ἁμαρτία [00007]
ἁμαρτίαι [00084]
Ἀμήν [00107]
ἀναβαίνει [00036]
ἀνακρουομένους [00063]
ἀναμέλποντας [00063]
ἀναμίγμενοι [00065]
ἀναστάσει [00002]
ἀναστάσεως [00004] [00006] [00008] [00047] [00061]
Ἀναστάσεως [00035]
ἀνάστασιν [00015]
ἀνάστασις [00047]
ἀνατείλας [00002]
ἀνατολῶν [00066]
ἄνδρα [00049]
ἄνδρες [00015]
ἀνδρῶν [00065]
ἀνεγεννήθης [00094] [00094]
ἀνέδειξεν [00047]
ἀνερχόμεθα [00021]
ἀνέσπασε [00020]
ἀνέσπασεν [00018]
ἀνέστη [00015]
ἀνεσφαιρίσθησαν [00080]
ἀνθείτω [00046]
ἀνθήσει [00026]
ἄνθρωποι [00043]
ἀνθρώποις [00016]
ἄνθρωπον [00095]
ἀνθρώπων [00016] [00094]
ἀνίσχουσα [00061]
ἀνοίξασαν [00016]
ἀνομίαι [00084]
ἄνω [00094]
ἀπέσπασεν [00077]
ἀπεσπάσθης [00094]
ἀπέστειλε [00012] [00014]
ἀπέστειλεν [00012]
ἀπηλλάγης [00094]
ἁπλῶς [00013]
ἀποδιδόασι [00065]
ἀποκυήσασα [00061]
ἀποστολικῶς [00031]
ἀπόστολον [00093]
ἀποστόλων [00061] [00067]
ἀποστρεφόμεθα [00021]
ἀποτελοῦσι [00064]
ἀπώσθη [00041]
ἀρχάγγελον [00012]
ᾄσομεν [00090]
ἀστέρας [00094]
Ἀσφαλῶς [00096]
αὐλιζόμεθα [00021]
αὔραν [00020]
Αὐτὰς [00014]
αὐτὰς [00009]
αὐτάς [00002]
Αὕτη [00023] [00027] [00029] [00030] [00037] [00062]
αὐτῇ [00023] [00027] [00030] [00037] [00062]
αὕτη [00009] [00018] [00018] [00018] [00029]
αὐτὸν [00064] [00076]
αὐτόν [00099]
αὐτὸς [00002]
αὐτοὺς [00066]
Αὐτῷ [00106]
ἀφέθησαν [00084]
ἀφυλλορρόητον [00047]
Ἀψευδῆ [00067]


βαΐα [00025]
βάπτισμα [00093]
βαπτίσματος [00055]
βαρέσι [00064]
βασιλεῖ [00036]
βασίλισσα [00029]
βάσιμον [00016] [00047]
βαστάζομεν [00021] [00025]
βοᾶται [00065]
βόησον [00049]
βορρᾶ [00066]
βοτρυοφόρον [00045]
βουκέφαλον [00094]
βοῶντι [00051]


Γαλιλαίαν [00010]
γὰρ [00018] [00029] [00052] [00065] [00067] [00068] [00078] [00079]
γάρ [00094] [00100]
γέγονεν [00078]
γένῃ [00094]
γεννήσαντος [00072]
γεννήτορος [00072]
γερόντων [00065]
γῆν [00021]
γινόμεθα [00021]
γίνου [00094]
γλυκύτης [00056]
γλῶσσα [00017]
γνωρίζεται [00025]
γυναῖκας [00012] [00013] [00013]
γυναῖκες [00015]
γυναικῶν [00002] [00065]
γυναιξὶ [00007] [00009]
γυνὴ [00094]


∆αβὶδ [00038] [00061] [00063] [00065]
δαιμόνων [00094]
δὲ [00002] [00015] [00059] [00075] [00076] [00077]
δεδούλωται [00094]
δειλίᾳ [00015]
δένδρον [00047]
δεσποτικῆς [00047]
δεσποτικῷ [00043]
δεύτερον [00021]
δηλαδὴ [00105]
∆ιὰ [00024] [00040]
διὰ [00067] [00093]
διαβόλου [00078]
διαυγάζει [00056]
∆ίκαιος [00026]
δικαιοσύνης [00002] [00061]
δόξα [00106]
δόξαζε [00094]
δοξολογοῦμεν [00021]
δουλείᾳ [00081]
δοῦλος [00094]
δράκοντος [00018]
δυσμῶν [00066]
δυσωποῦμεν [00021]
δωδεκάωρον [00061]


ἑαυτοῦ [00013]
ἐβαπτίσθης [00094]
ἐβαπτίσθητε [00105]
ἐγγὺς [00042]
ἐγενήθημεν [00042]
ἐγένου [00094]
Ἐδὲμ [00044]
ἐδέξατο [00065]
ἐδίδαξεν [00018]
ἐδιδάχθης [00094]
ἐδόθη [00005]
ἐζωοποιήθη [00055]
ἐθήρασεν [00067]
ἔθνη [00039] [00042] [00043]
ἔθνους [00067]
ἐθνῶν [00047] [00094]
εἰδωλολατρείας [00094]
εἰκόνα [00044]
εἵλκυσεν [00020]
εἶναι [00094]
εἴπατε [00010]
Εἰπάτωσαν [00066] [00070] [00082] [00091] [00097]
εἰπάτωσαν [00083] [00085] [00087] [00089] [00092] [00098]
εἶπεν [00009]
εἰργάσατο [00047]
Εἷς [00093]
εἰς [00001] [00010] [00016] [00021] [00021] [00031] [00031] [00036] [00047] [00075] [00090] [00094] [00094] [00094] [00094] [00105] [00106]
εἷς [00093]
εἰσῆλθες [00094]
εἴσοδον [00016]
ἐκ [00002] [00015] [00038] [00061] [00066] [00066] [00070] [00086] [00094] [00094]
ἐκεῖ [00010]
ἐκεῖνος [00075] [00076] [00077] [00079] [00080]
ἐκείνων [00078] [00078]
ἐκεῖσε [00007]
ἐκκλησίᾳ [00002] [00044] [00079]
ἐκκλησία [00025] [00047] [00057]
ἐκλήθης [00094]
ἐκρύπτοντο [00015]
ἐκτήσω [00094]
ἔλαμψεν [00053]
ἐλατόμησε [00076]
ἔλεγεν [00048] [00061]
ἐλέη [00090]
ἐλευθερία [00081]
ἐλευθερίας [00094]
ἐλυτρώθης [00094]
ἐλυτρώσατο [00066] [00070]
ἐν [00001] [00002] [00002] [00021] [00023] [00027] [00030] [00031] [00031] [00037] [00038] [00039] [00044] [00045] [00062] [00079] [00079] [00081] [00081] [00093] [00094]
ἓν [00093]
ἔνδυμα [00102]
ἐνδύσωμαι [00099]
ἐνεδύσασθε [00105]
ἐνέδυσε [00100]
ἐνεδύσω [00095]
ἐξ [00047]
Ἐξεδυσάμην [00099]
Ἐξεδύσω [00095]
ἐξέπεσεν [00080]
ἐξηγόρασεν [00086]
ἐξῆλθες [00094]
ἐξήρανε [00020]
ἔξω [00021]
ἑορτάζειν [00044]
ἑορτάζομεν [00050]
ἑορτὰς [00063]
ἑορτή [00019]
ἑορτῇ [00002]
ἑορτὴν [00016]
ἑορτῆς [00016] [00017]
ἔπαινον [00017]
ἐπαύθη [00054]
ἔπαυσε [00018]
ἐπεκαλύφθησαν [00084]
ἐπὶ [00064] [00065] [00093] [00100]
ἐπιστεύθης [00094]
Επιτρέπετα [00033] [00071] [00109]
ἐπλεόνασεν [00007]
ἐποίησεν [00023] [00027] [00030] [00037] [00062]
ἐρημίᾳ [00079]
ἔρημον [00047]
ἔρημος [00046]
Ἔρημος [00047]
ἐρήμου [00049]
ἐρρίζωσεν [00020]
ἐρρίζωται [00045]
ἐρρύσθημεν [00088]
ἐρρύσθης [00094]
Ἐρυθρᾶς [00056]
ἔσται [00073]
ἐστήριξεν [00077]
ἐστι [00095]
ἑστιάσει [00063]
ἐσχίσθη [00005]
ἐτάφη [00055]
ἐτεκτόνευσεν [00075]
ἑτέρῳ [00038]
ἐτύθη [00052]
εὐαγγελικῶν [00045]
εὐαγγέλιον [00057]
Εὔαν [00018] [00021]
εὐεργεσίαν [00091]
εὐηγγελίζοντο [00015]
εὔηχον [00065]
εὐήχου [00064]
εὐθυμεῖ [00032]
εὐκαρπίας [00047]
εὐλογίαν [00075]
εὐποιΐας [00045]
εὔρυθμον [00064]
εὐφραινόμεθα [00051]
Εὐφράνθητι [00049]
εὐφρανθῶμεν [00023] [00027] [00028] [00030] [00037] [00062]
εὐφροσύνης [00100] [00103]
εὐφώνως [00063]
εὐωχία [00078]
εὐωχίαν [00038]
ἐφ [00064]
ἐχθροῦ [00066] [00070]
ἐχούσης [00049]


ζήτει [00094]
ζιζάνια [00070]
ζωγροῦσιν [00069]
ζωῆς [00045]
ζωοποιὸν [00020]


[00005] [00007] [00007] [00019] [00023] [00025] [00027] [00029] [00030] [00035] [00037] [00046] [00047] [00047] [00049] [00049] [00050] [00053] [00054] [00055] [00055] [00056] [00056] [00057] [00057] [00058] [00059] [00061] [00061] [00061] [00062] [00067] [00068] [00073] [00078] [00078] [00094] [00100] [00106]
[00049]
[00053] [00059] [00061] [00078] [00088]
ἤγγικεν [00059]
ἠγοράσθητε [00043]
ἡδονῶν [00094]
ἠλευθερώθης [00094]
ἥλιον [00061] [00094]
ἥλιος [00002] [00025]
ἡμᾶς [00002] [00086]
ἡμεῖς [00051] [00088]
Ἡμεῖς [00051]
ἡμέρα [00023] [00027] [00029] [00030] [00035] [00037] [00059] [00060] [00061] [00062]
ἡμέραν [00022]
ἡμέρας [00002]
ἡμῶν [00001] [00052] [00052]
ἣν [00023] [00027] [00030] [00037] [00062]
ἦν [00047]
ἠξίωσαι [00094]
ἧς [00061]
Ἠσαΐας [00048]
ἥττηται [00094]
ηὔξανεν [00020]


θαλάμων [00002]
θαλάσσης [00056] [00066]
θανάτου [00043]
θανατῶδες [00020]
θεογνωσίας [00058]
θεοὶ [00043]
θεοποίει [00094]
θεοποιήσῃς [00094]
θεὸς [00093]
θεοτόκον [00021]
θεσπέσιος [00058]
θεῷ [00039]
θρήσκευε [00094]
θυσιαστήριον [00076]
θυσιαστηρίῳ [00045]


Ἰάκωβος [00034]
ἱερᾶς [00056]
ἱμάτιον [00100] [00101]
ἵνα [00007] [00094]
ἴον [00045]
Ἰούδα [00094]
Ἰουδαίων [00072] [00078]
Ἰούδαν [00077]
ἰουδαϊκῶς [00021] [00031]
ἰουδαϊσμὸς [00041]
ἱστῶσιν [00069]
ἰσχὺς [00073]
ἰχθύας [00067]
Ἰωάννου [00001]


καθ [00002]
καθάπερ [00064]
καθέστηκε [00067]
καθὼς [00058]
καθώς [00072]
καιροῦ [00065]
κἀκεῖνοι [00079]
καπηλεῖα [00031]
κατ [00044]
κατανοήσας [00038]
καταπέτασμα [00025]
κατάραν [00070]
κατάρας [00018] [00075] [00086]
καταρτίσασαν [00016]
κατειργάσατο [00076]
κατεπατήσατε [00043]
κατερχόμεθα [00021]
κιβωτὸν [00094]
κλῆμα [00045]
κληρούμεθα [00043]
κόλποις [00021]
κολυμβήθρᾳ [00094]
κολυμβήθρας [00056] [00067]
κόρακι [00094]
κρατηθέντες [00015]
κράτος [00043]
κρίνα [00020]
κρίνον [00045] [00046]
κροτήσατε [00039] [00042] [00043]
κρουόμενοι [00064]
κυριακὸν [00051]
κύριε [00090]
κύριος [00009] [00023] [00027] [00030] [00037] [00062] [00093]
κυρίου [00011] [00047] [00066] [00070] [00082] [00097]
κυρίῳ [00100]


λαμπαδουχίᾳ [00002]
Λάμπει [00050]
λαμπρότης [00078]
λέγει [00038]
λεγέτωσαν [00094]
λέγοντες [00025]
λελυτρωμένοι [00066] [00070] [00082] [00097]
λευκοφανὲς [00045]
λήθῃ [00091]
λίνα [00069]
λογικοὺς [00067]
λόγιον [00063]
λόγος [00001] [00074]
λύρας [00063] [00064]
Λώτ [00094]


μαθηταῖς [00010]
μαθητὰς [00012] [00014]
μαθητὴς [00094]
μαθητῶν [00077]
μακαρίζομεν [00021]
Μακάριοι [00084]
μακαρίου [00065]
μακρὰν [00042]
μᾶλλον [00002] [00049]
μαρτύρια [00031]
Ματαία [00073]
με [00010] [00100]
μεγαλοφώνως [00065]
μέθην [00031]
μεθύων [00036]
μὲν [00002] [00015]
μέσοι [00064]
μετέβαλεν [00047]
μετέστησε [00020]
μετέστησεν [00075]
μηδὲ [00091]
μητέρα [00016]
μία [00029] [00045] [00093]
μίαν [00016] [00064] [00065]
Μικρὰ [00017]
μιμήσῃ [00094]
μοι [00100]
μολυσμῶν [00096]
μου [00010] [00099] [00100]
μυριοφώτῳ [00002]
Μωϋσέως [00057]


νεκρῶν [00015]
νέον [00095]
νεοφώτιστε [00094]
νεοφωτίστους [00025] [00077]
νεοφωτίστων [00020] [00045] [00050] [00078]
νοητῶς [00028]
νομικῆς [00045]
νόμος [00054]
νόμου [00086]
Νυκτὶ [00022]
νυμφικῶν [00002]
νῦν [00106]
νὺξ [00058] [00059]


ξύλον [00020] [00021] [00045] [00075]


[00002] [00005] [00009] [00023] [00025] [00027] [00030] [00034] [00037] [00038] [00041] [00048] [00054] [00058] [00061] [00062] [00072] [00074] [00075] [00081] [00093]
[00094] [00094]
ὁδὸν [00016]
Ὅθεν [00080]
οἱ [00015] [00042] [00064] [00064] [00065] [00066] [00070] [00081] [00082] [00097]
οἴκοις [00031]
ὁμολογίαν [00105]
ὁμοῦ [00014]
ὀνειδίζομεν [00021]
ὀνειδίζων [00014] [00015]
ὄντες [00043]
ὀξεῖς [00064]
ὅπερ [00065]
ὀπίσω [00094] [00094]
ὅπου [00007]
ὄρθρον [00061]
ὄρος [00094]
ὀρχούμενος [00036]
ὁρῶ [00064]
ὁρῶν [00063]
ὅς [00095]
Ὅσοι [00105]
ὅτε [00002]
ὅτι [00010] [00015] [00042] [00043] [00043] [00043] [00049]
Ὅτι [00025] [00041]
οὐ [00029] [00049] [00069]
οὐδεὶς [00036] [00036]
Οὐκ [00012]
οὐκ [00012] [00029] [00049]
Οὐκέτι [00021] [00056]
οὐκέτι [00021] [00021] [00021] [00021] [00021] [00021] [00025] [00025] [00025] [00057] [00058]
οὐρανὸν [00016]
οὐρανοὺς [00021] [00036]
οὓς [00066] [00070]
Οὗτοι [00079]
οὗτοι [00079] [00080]
οὐχ [00013]
οὐχὶ [00035]
ὄφιν [00021]
ὄψεσθε [00010]


παγὶς [00088]
πάθη [00094]
παίδων [00065]
παίζοντες [00031]
παλαιὸν [00095]
πάλιν [00064]
πανηγυρίζομεν [00016]
Πάντα [00039] [00042] [00043]
πάντα [00025]
πάντας [00063] [00077]
πανταχόθεν [00016]
πανταχοῦ [00050]
πάντες [00050]
παντὸς [00067]
Πάντοτε [00002]
πάντων [00002] [00007] [00063] [00093] [00093]
παραβᾶσαν [00021]
παράβασιν [00072]
παραδείσου [00016] [00021] [00044]
παραπεμψάτωσαν [00091]
πάρεστιν [00002]
παρῆλθεν [00053]
παρθενίας [00045]
παρθένον [00021]
παρίσταται [00036]
παρόντος [00065]
παροῦσα [00019] [00035]
παρούσῃ [00002]
παρούσης [00017]
παρρησίᾳ [00015]
πᾶσα [00017]
πάσης [00016] [00063]
πᾶσιν [00093]
πάσχα [00001] [00051] [00052]
πατρὶ [00106]
πατρὸς [00001] [00073]
Παῦλος [00058]
Παύλῳ [00051]
πειθόμενοι [00051]
πενθοῦμεν [00021]
περὶ [00061] [00063]
περιβλέψῃ [00094]
περιδρομὴ [00050]
περιέθηκέ [00100]
περιεργάσῃ [00094]
περιτομῆς [00055]
περιφέρομεν [00025]
πηγή [00045]
πίπρασκε [00094]
πιστὰς [00013]
πίστει [00069]
πίστευε [00094]
πίστεως [00102]
πίστις [00093]
πληγὴ [00055]
πλήθους [00063]
πλήκτρῳ [00064]
πλησιάσῃς [00094]
πνεῦμα [00021]
πνεύματι [00048] [00106]
πνευματικὰς [00063] [00063]
Πνευματικὴν [00016]
πνευματικῶς [00022]
πνεύματος [00020]
πνιγμός [00078]
Ποία [00060]
Ποῖον [00101] [00104]
πολλὰ [00049]
πολλαὶ [00029]
πολλῷ [00002]
πολλῶν [00038]
Πολυεργὴς [00019]
πολυθεΐας [00094]
πολύτεκνον [00047]
πορευθεῖσαι [00010]
ποταμῶν [00045]
ποτε [00047]
πραγματείας [00011]
πρέπει [00044]
πρὸ [00002] [00007] [00047]
προάγω [00010]
προέκοψεν [00059]
προθεωρήσας [00048]
προθυμίας [00063]
πρὸς [00002] [00009] [00012] [00014] [00017]
προσετέθη [00041]
προσκυνήσῃς [00094]
προφήτης [00038] [00048] [00072]
προφήτου [00067]
Πρώτη [00004] [00006] [00008]
πρωτόπλαστον [00021]
πῶς [00099]


ῥήγνυται [00025]
ῥήματα [00067]
ῥῆξον [00049]
ῥητόν [00045]
ῥόδον [00045]
ῥομφαίαν [00020]


σαγήνη [00067]
σαλπίζομεν [00051]
σαρκὸς [00047]
σελήνης [00094]
σήμερον [00016]
σιωπάτωσαν [00091]
σκιὰ [00053]
σκιρτῶντες [00031]
σκοτία [00078]
σκοτίζεται [00025]
Σοδόμων [00094]
σου [00022] [00090] [00096]
σοφῆς [00011]
σπείραντος [00070]
σπεύδοντες [00031]
σταυρὸν [00020] [00021] [00075]
στείρα [00049]
στήλη [00094]
στρατιώτιδας [00013]
συζυγίας [00045]
συκῆς [00020]
συμμετρίαν [00031]
συμφωνίαν [00016]
σύμφωνον [00065]
συναπτόμενοι [00064]
συνδρομῇ [00063]
συνετρίβη [00088]
συνήγαγεν [00066]
συνήντησε [00009]
συνήντησεν [00007]
συντύχῃς [00094]
συρίσματα [00018]
σφραγὶς [00055]
σχήματα [00094]
σῴζου [00094]
σῶμα [00096]
σωτηρία [00078]
σωτηρίου [00100]


Τὰ [00090]
τὰ [00018] [00020] [00020] [00025] [00039] [00042] [00043] [00049] [00067] [00070] [00094] [00094] [00094] [00094] [00094]
ταῖς [00031]
ταλαιπωρία [00078]
τὰς [00013] [00018] [00063]
ταῦτα [00048]
Ταύτην [00038]
ταφιαίων [00002]
τάφον [00076]
ταφῶν [00061]
Ταχὺ [00010]
τέκνα [00049]
τέκνον [00094]
τεκόντος [00072]
τέλος [00065]
τεσσάρων [00045]
τέχνη [00068]
Τῇ [00044]
τῇ [00002] [00002] [00002] [00015] [00015] [00043] [00043] [00044] [00063] [00063] [00094]
τὴν [00010] [00015] [00016] [00016] [00016] [00016] [00018] [00020] [00021] [00021] [00022] [00038] [00047] [00047] [00047] [00070] [00072] [00091] [00094] [00096] [00105]
τήρει [00096]
τῆς [00002] [00002] [00004] [00006] [00008] [00011] [00017] [00018] [00020] [00045] [00045] [00045] [00045] [00045] [00047] [00047] [00047] [00049] [00049] [00055] [00056] [00056] [00058] [00058] [00061] [00061] [00067] [00086] [00094] [00094] [00094] [00102] [00105]
Τί [00085] [00087] [00089] [00092]
τί [00024] [00040] [00083] [00098]
τίκτειν [00018]
τίκτουσα [00049]
τιμῶντες [00031]
τινάσσει [00057]
τις [00032] [00094]
Τὸ [00102]
τὸ [00001] [00002] [00020] [00021] [00021] [00021] [00025] [00043] [00045] [00045] [00045] [00045] [00045] [00045] [00051] [00052] [00057] [00057] [00058] [00061] [00063] [00065] [00094] [00096]
Τοιαύτη [00068]
τοίνυν [00016]
τοῖς [00010] [00021] [00031] [00064] [00064]
τὸν [00020] [00021] [00021] [00021] [00021] [00049] [00061] [00061] [00064] [00075] [00077] [00090] [00093] [00094] [00094] [00095] [00095] [00099]
τορνεύσασαν [00016]
Τοῦ [00001]
τοῦ [00001] [00002] [00011] [00016] [00018] [00018] [00020] [00021] [00021] [00043] [00044] [00047] [00055] [00063] [00063] [00063] [00065] [00065] [00067] [00070] [00070] [00072] [00072] [00073] [00078] [00086] [00094]
τοὺς [00012] [00014] [00025] [00067] [00077] [00106]
τοῦτο [00075]
τούτους [00067]
τούτῳ [00094]
τούτων [00078] [00078]
τρέχοντες [00031]
τριάδος [00105]
τρόπον [00064]
τρυφῶντες [00031]
τύμπανον [00057]
τυραννίδες [00029]
τύραννος [00081]
τῷ [00039] [00045] [00048] [00064] [00094] [00094] [00100] [00106] [00106] [00106]
τῶν [00002] [00002] [00020] [00025] [00045] [00050] [00061] [00061] [00066] [00067] [00068] [00072] [00077] [00078] [00078] [00094] [00094] [00106]


ὕβρεως [00035]
υἱῷ [00106]
ὑμᾶς [00010] [00063]
ὑμῶν [00064] [00073]
ὑπὲρ [00052]
ὑπερπερισσεύσῃ [00007]
ὑπὸ [00066] [00070] [00082] [00097]
ὑποδεικνύει [00057]
ὑποδείξασα [00061]
ὑπολάβῃς [00094]
ὑποστρέψῃς [00094]
ὑψώθη [00054]


φαιδρυνθεῖσαι [00015]
φάσκον [00045]
φέγγος [00061]
φησὶ [00002]
φησὶν [00034]
φησίν [00058] [00066]
φησιν [00072]
φθογγὴν [00064]
φθόγγοι [00064] [00065]
φιλοχρίστου [00063]
φλογινὴν [00020]
φόβος [00005]
φοβούμεθα [00021]
φοινίκων [00025]
φοίνιξ [00026]
φρονήτωσαν [00094]
φύλαττε [00094]
φυλῆς [00067]
φύλλα [00020]
φῦλον [00002]
φύσει [00043]
φυτουργηθείσῃ [00044]
φωνὴ [00004] [00006] [00008]
φωνῇ [00039]
φωνὴν [00065]
φῶς [00058]
φωτίζεται [00025]


χαίρειν [00002]
Χαίρετε [00003]
χαίρετε [00004] [00006] [00008]
Χαίρω [00063]
χαίρω [00063] [00063]
χάρις [00005] [00007] [00054]
χάριτι [00043]
χαροποιῶν [00014] [00015]
χεῖρας [00039] [00042] [00043]
χειρὸς [00066] [00070]
χιτῶνα [00099] [00100] [00103]
χοίρων [00079]
χριστιανισμὸς [00041]
χριστόβρυτος [00045]
Χριστὸν [00021] [00105] [00105]
Χριστὸς [00002] [00075] [00076] [00077] [00086]
Χριστός [00052] [00095]
Χριστοῦ [00002] [00068]
χριστοφανὴς [00061]
χρόνων [00038]
Χρυσοστόμου [00001]
χώρας [00067]
χωρῶν [00066]


ψαλλέτω [00034]
ψάλλομεν [00022]
ψάλλοντες [00031]
ψαλμικὸν [00063]
ψαλμῷ [00038]
ψυχή [00100]
ψυχὴν [00096]


[00094]
[00011]
[00094]
ὧδε [00045] [00045] [00045] [00045] [00045] [00045]
ὠδίνουσα [00049]
ὡμοίωσα [00022]
ὧν [00084] [00084]
ὡς [00026] [00046] [00094] [00094] [00094] [00094] [00094]